Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.263 Joseph. AJ 15.266 (English) >>Joseph. AJ 15.271

15.265καὶ τότε μὲν Ἡρώδην, διεληλύθει γὰρ τῆς ἀληθείας ὑποψία, πιστωσάμενος ὅρκοις μὴν οὐδὲν εἰδέναι τῶν κατʼ ἐκείνους ἀφεῖτο τῆς ὑπονοίας. αὖθις δὲ κηρύγματα καὶ μήνυτρα τοῦ βασιλέως ἐκτιθέντος καὶ πάντα τρόπον ἐρεύνης ἐπινοοῦντος οὐκ ἦλθεν εἰς ὁμολογίαν, ἀλλὰ τῷ τὸ πρῶτον ἔξαρνος γενέσθαι τὸ φωραθῆναι τοὺς ἄνδρας οὐκ ἀνυποτίμητον αὐτῷ πεπεισμένος οὐ μόνον ἐκ τῆς εὐνοίας, ἀλλὰ καὶ τῆς ἀνάγκης ἤδη τοῦ λανθάνειν αὐτοὺς περιείχετο. 15.266περὶ τούτων ἐξαγγελθέντων αὐτῷ διὰ τῆς ἀδελφῆς βασιλεὺς πέμψας εἰς τοὺς τόπους, ἐν οἷς διατρίβειν ἐμηνύθησαν, ἐκείνους τε καὶ τοὺς συγκαταιτιαθέντας ἀπέκτεινεν, ὥστʼ εἶναι μηδὲν ὑπόλοιπον ἐκ τῆς Ὑρκανοῦ συγγενείας, ἀλλὰ τὴν βασιλείαν αὐτεξούσιον αὐτῷ μηδενὸς ὄντος ἐπʼ ἀξιώματος ἐμποδὼν ἵστασθαι τοῖς παρανομουμένοις. 15.267

Διὰ τοῦτο καὶ μᾶλλον ἐξέβαινεν τῶν πατρίων ἐθῶν καὶ ξενικοῖς ἐπιτηδεύμασιν ὑποδιέφθειρεν τὴν πάλαι κατάστασιν ἀπαρεγχείρητον οὖσαν, ἐξ ὧν οὐ μικρὰ καὶ πρὸς τὸν αὖθις χρόνον ἠδικήθημεν ἀμεληθέντων ὅσα πρότερον ἐπὶ τὴν εὐσέβειαν ἦγεν τοὺς ὄχλους· 15.268πρῶτον μὲν γὰρ ἀγῶνα πενταετηρικὸν ἀθλημάτων κατεστήσατο Καίσαρι καὶ θέατρον ἐν Ἱεροσολύμοις ᾠκοδόμησεν, αὖθίς τʼ ἐν τῷ πεδίῳ μέγιστον ἀμφιθέατρον, περίοπτα μὲν ἄμφω τῇ πολυτελείᾳ, τοῦ δὲ κατὰ τοὺς Ἰουδαίους ἔθους ἀλλότρια· χρῆσίς τε γὰρ αὐτῶν καὶ θεαμάτων τοιούτων ἐπίδειξις οὐ παραδίδοται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.263 Joseph. AJ 15.266 (English) >>Joseph. AJ 15.271

Powered by PhiloLogic